TLG 1469 002 :: LYCEAS :: Fragmentum LYCEAS Hist. Fragmentum Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 441. fr. 3 Citation: Fragment — (line) | ||
t3 | ΑΙΓΥΠΤΙΑΚΑ. | |
3 | Athenaeus XIV: Ταχὼς δ’ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας, τὸν Λακεδαιμονίων βα‐ σιλέα, ὅτ’ ἦλθεν αὐτῷ συμμαχήσων (ἦν γὰρ βραχὺς τὸ σῶμα), ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς | |
5 | συμμαχίας. Τὸ δὲ σκῶμμα τοῦτ’ ἦν· Ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν. Ὅπερ ἀκούσας ὁ Ἀγησίλαος, καὶ ὀργισθεὶς ἔφη, «Φα‐ νήσομαί σοι ποτὲ καὶ λέων.» Ὕστερον γὰρ ἀφισταμέ‐ νων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας | |
---|---|---|
10 | ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμ‐ πράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς | |
Πέρσας. | 441 |